Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.285 Joseph. AJ 3.290 (English) >>Joseph. AJ 3.294

3.288γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον. 3.289

Πηγνύντες δὲ τὴν σκηνὴν μέσην ἀπελάμβανον τριῶν φυλῶν κατὰ πλευρὰν ἑκάστην παρασκηνουμένων· ὁδοὶ δὲ διὰ μέσων ἐτέτμηντο, καὶ κόσμος ἦν ἀγορᾶς, καὶ τῶν πωλουμένων ἕκαστον ἐν τάξει διέκειτο, καὶ δημιουργοὶ τέχνης ἁπάσης ἐν τοῖς ἐργαστηρίοις ἦσαν, οὐδενί τε ἄλλῳ πόλει μετανισταμένῃ καὶ καθιδρυμένῃ ἐῴκει. 3.290τὰ δὲ περὶ τὴν σκηνὴν πρῶτοι μὲν οἱ ἱερεῖς κατεῖχον, ἔπειτα δὲ οἱ Λευῖται πάντες ὄντες τὸ πλῆθος, ἐξητάσθησαν γὰρ καὶ αὐτοὶ τοῦ μὲν ἄρρενος ὅσον τριακοστὴν εἶχεν ἡμέραν γενόμενον, δισμύριοι καὶ δισχίλιοι πρὸς τοῖς ὀκτακοσίοις ὀγδοήκοντα. καὶ ἐφʼ ὅσον μὲν ὑπὲρ τὴν σκηνὴν συνέβαινεν ἑστάναι τὴν νεφέλην, μένειν αὐτοῖς ὡς ἐπιδημοῦντος ἐδόκει τοῦ θεοῦ, τρεπομένης δὲ ταύτης μετανίστασθαι. 3.291

Εὗρε δὲ καὶ βυκάνης τρόπον ἐξ ἀργύρου ποιησάμενος, ἔστι δὲ τοιαύτη· μῆκος μὲν ἔχει πηχυαῖον ὀλίγῳ λεῖπον, στενὴ δʼ ἐστὶ σύριγξ αὐλοῦ βραχεῖ παχυτέρα, παρέχουσα δὲ εὖρος ἀρκοῦν ἐπὶ τῷ στόματι πρὸς ὑποδοχὴν πνεύματος εἰς κώδωνα ταῖς σάλπιγξι παραπλησίως τελοῦντα· ἀσώσρα καλεῖται κατὰ τὴν Ἑβραίων γλῶσσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.285 Joseph. AJ 3.290 (English) >>Joseph. AJ 3.294

Powered by PhiloLogic